Violent Bible Rap [Greek [Ancient] translation]

Songs   2024-11-22 10:18:55

Violent Bible Rap [Greek [Ancient] translation]

Καὶ γενηθήτω Δὰν ὄφις ἐφ᾿ ὁδοῦ,

ἐγκαθήμενος ἐπὶ τρίβου,

δάκνων πτέρναν ἵππου,

καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω, 1

καταγελᾷ δὲ σεισμοῦ πυρφόρου 2

καὶ ἐγενήθη ἡ γῆ ὑμῶν εἰς ἐρήμωσιν 3

Iδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ

ἐκ τοῦ οἴκου σου,4

ἀπέκτεινα αὐτοὺς ἐν ῥήματι στόματός μου5

Kατεδίωξαν ὑμᾶς, ὡσεὶ ποιήσαισαν αἱ μέλισσαι

Kαὶ ἐτίτρωσκον ὑμᾶς6

Kαὶ [Θεός] ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν

Kαὶ τὰς σάρκας αὐτῶν

ὡς βόλβιτα.7

Πεπληρωμένους πάσῃ ἀδικίᾳ 8

Kαὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν ἐπάξει Κύριος ἐπὶ σέ9

Καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς

καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος 10

Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ11

ὅτι θυμὸν ἔῤῥηξας ἔναντι Κυρίου,

ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα.12

ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.11

ὁ δὲ κύριος [τοῦ ταύρου] ἀθῷος ἔσται.13

ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ ἡμῶν14

Tί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι Κυρίου;

Tί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι Κυρίου;15

Aσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διαπαντός.

Πόνῳ καὶ μάστιγι! 16

Aσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διαπαντός.

Πόνῳ καὶ μάστιγι!

ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ17

Εν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς,

ὅτι ἐν τῇ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας.18

ἐὰν μαστιγοῖς ἄφρονα ἐν μέσῳ

συνεδρίου ἀτιμάζων,

οὐ μὴ περιέλῃς τὴν

ἀφροσύνην αὐτοῦ.19

Καὶ εἶπε πρὸς αὐτὸν Δαυίδ·

τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου,

ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι, ἐγὼ ἐθανάτωσα τὸν χριστὸν Κυρίου.20

Eκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρε

καὶ ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ τοῦ θεῖναι

τὴν γῆν εἰς ἐρήμωσιν,

καὶ αἱ πόλεις καθαιρεθήσονται παρὰ τὸ μὴ κατοικεῖσθαι αὐτάς.21

Mὴ δῷς ἔκνηψιν σεαυτῇ,

Mὴ σιωπήσαιτο, ὁ ὀφθαλμός σου.22

Ἐὰν δὲ γένηται ἔν τινι ἁμαρτία κρίμα θανάτου23

Kαὶ ἐμπλήσω τῶν τραυματιῶν τοὺς βουνούς σου24

ὥσπερ οἱ ἰώμενοι προβάλλουσι λόγους εἰς ἀνθρώπους, ἐν πολλοῖς ξύλοις θάλλει πῦρ, ὅπου δὲ οὐκ ἔστι δίθυμος, ἡσυχάζει μάχη.25

Oὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν,

ὁ σείων βασιλεῖς; 26

καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἰδοὺ Σισάρα ἐῤῥιμμένος νεκρὸς καὶ ὁ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ. 27

Καὶ πᾶς ἀνὴρ Ἰσραὴλ ἐν τῷ ἰδεῖν αὐτοὺς τὸν ἄνδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ καὶ ἐφοβήθησαν σφόδρα,

ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί.

Έντρομοι

ὡσεὶ ἴσον θανάτῳ,

ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς.28

Kαὶ ἐκβρασμὸς καὶ καρδίας θραυσμὸς καί ὑπόλυσις γονάτων29

Kαὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν30

Ότι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι31

Kαὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ

καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸ ἔγγιστα αὐτοῦ.

Kαὶ ὠδῖνες αὐτοὺς ἕξουσιν,

ὡς γυναικὸς τικτούσης

Διότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιθυμήματα κοιλίας αὐτῶν.

Kαὶ εὐθέως ἐξῆλθεν

αἷμα καὶ ὕδωρ. 32

Aσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διαπαντός.

Πόνῳ καὶ μάστιγι! 16

Aσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διαπαντός.

Πόνῳ καὶ μάστιγι!

ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ17

[King James verse]

Mιάνατε τὸν οἶκον

καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν ἐκπορευόμενοι καὶ κόπτετε.33

ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτῷ;

Καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ καὶ ἐπάταξα

καὶ ἐθανάτωσα αὐτόν.34

Kαὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ, πᾶσαν γυναῖκα, ἥτις ἔγνω κοίτην ἄρσενος, ἀποκτείνατε·35

ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου καὶ τὰ δέρματα αὐτῶν ἀπ᾿ αὐτῶν ἐξέδειραν

ὡς κρέα εἰς χύτραν,36

Καὶ λικμήσεις

ὡς ὕδωρ ἀποκαθημένης 37

Tακήσονται αἱ σάρκες αὐτῶν

καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ῥυήσονται

ἐκ τῶν ὀπῶν αὐτῶν

Kαὶ ἡ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν.38

ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην μεθύσματι39

Kαὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς καὶ κατέδεται ὑμᾶς καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν40

Οἵτινες συνηγμένοι εἰσί,

μαχαίρᾳ πεσοῦνται·

Kαὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι

καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν.41

Mιάνατε τὸν οἶκον

καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν ἐκπορευόμενοι καὶ κόπτετε.33

Aσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διαπαντός.

Πόνῳ καὶ μάστιγι! 16

Aσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διαπαντός.

Πόνῳ καὶ μάστιγι!

ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ17

1. Γένεσις 49:172. Ιώβ 41:213. Ιερεμίας 51:204. Βασιλειών Β' 12:115. Ωσηέ 6:56. Δευτερονόμιον 1:447. Σοφονίας 1:178. Προς Ρωμαίους 1:299. Δευτερονόμιον 28:6110. Βασιλειών Α' 15:311. a. b. Ψαλμοί 2:912. Ιώβ 1513. Έξοδος 21:2814. Γένεσις 34:3115. Ιώβ 35:316. a. b. c. Ιερεμίας 6:717. a. b. c. Ψαλμοί 10:918. Κριταί 15:1619. Παροιμίαι 27:2220. Βασιλειών Β' 1:1621. Ιερεμίας 4:722. Θρήνοι 2:1823. Δευτερονόμιο 1:2224. Ιεζεκιήλ 35:825. Παροιμίαι 26:1826. Ησαΐας 14:1627. Κριταί 4:2228. Αριθμοί 12:1229. Ναούμ 2:1030. Ησαΐας 13:1831. Ιερεμίας 20:832. Κατά Ιωάννην 19:3433. a. b. Ιεζεκιήλ 9:734. Βασιλειών Α' 17:3535. Αριθμοί 31:1736. Μιχαίας 3:337. Ησαΐας 30:2238. Ζαχαρίας 14:1239. Ιερεμίας 13:1340. Λευιτικόν 26:2241. Ησαΐας 13:15

Boyinaband more
  • country:United Kingdom
  • Languages:English
  • Genre:Hip-Hop/Rap
  • Official site:http://www.boyinaband.com/
  • Wiki:
Boyinaband Lyrics more
Boyinaband Featuring Lyrics more
Excellent Songs recommendation
Popular Songs
Artists
Songs